TLG 1328 001 :: DIONYSIUS :: Fragmenta DIONYSIUS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 393–396. frr. 1–14. Citation: Fragment — (line) | ||
t1-14 | ΚΤΙΣΕΙΣ. | |
t1 | E LIBRO PRIMO. | |
1 | Schol. Apollon. Rh. IV, 264: Οἱ Ἀρκάδες δο‐ κοῦσι πρὸ τῆς σελήνης γεγονέναι, ὡς καὶ Εὔδοξος ἐν τῇ Περιόδῳ. Θεόδωρος δὲ ἐν εἰκοστῷ ἐννάτῳ, ὀλίγῳ πρότερον φησὶ τοῦ πρὸς τοὺς γί‐ | |
5 | γαντας πολέμου Ἡρακλέους τὴν σελήνην φανῆναι. Καὶ Ἀρίστων ὁ Χῖος ἐν ταῖς Θέσεσι, καὶ Διονύσιος ὁ Χαλκιδεὺς ἐν πρώτῳ Κτίσεων τὰ αὐτά φασι· καὶ ἔθνος δὲ Ἀρκαδίας Σεληνίτας εἶναι. | |
---|---|---|
t2a-2b | E LIBRO TERTIO. | |
2a | Harpocrat. v. Ἡφαιστία: Ὅτι βʹ πόλεις ἦσαν τῆς Λήμνου Μύρρινά τε καὶ Ἡφαιστία δηλοῖ καὶ Διονύ‐ σιος ὁ Χαλκιδεὺς ἐν γʹ Κτίσεων. | |
2b | Crameri Anecd. Ox. IV: Χαλκιδεῖς οἱ ἐν Εὐβοίᾳ τοῖς ῥήμασι τοῖς συντασσομένοις δοτικαῖς αἰτιατικὰς πρότερον ἐπιφέροντες τὰς δοτικὰς συνά‐ πτουσιν· οἷον Διονύσιος ὁ Χαλκιδεύς· «Μυρρίνην τὴν | |
5 | Ἀμαζονίδα περιβλεψάμενος, ἔδωκεν αὐτῷ τὰς ἄλλας | |
Ἀμαζονίδας μετακαλέσασθαι.» | 393 | |
t2c | E LIBRO QUINTO. | |
2c | Harpocratio· Ἡραῖον τεῖχος ... χωρίον ἐστὶν ἐν Θρᾴκῃ οὕτως ὀνομαζόμενον, ὑπὸ Σαμίων δὲ οἰκίσθη, ὥς φησι Διονύσιος ἐν εʹ Κτίσεων. | |
t3-14 | E LIBRIS INCERTIS. | |
3 | Photius Lex.: Πραξιδίκη, θεὸς, ἧς κεφαλὴν μό‐ νον ἱδρύοντο. Μνασέας δὲ ἐν τῷ Περὶ Εὐρώπης Σωτῆρος καὶ τῆς ἀδελφῆς Πραξιδίκης γενέσθαι Κτήσιον υἱὸν, καὶ θυγατέρας Ὁμόνοιαν καὶ Ἀρετήν· ἃς ἀπὸ τῆς | |
5 | μητρὸς Πραξιδίκας κληθῆναι. Διονύσιος δὲ ἐν Κτίσεσιν Ὠγύγου θυγατέρας· Ἀλκομενίαν, Θελξινίαν, Αὐλίδα, ἃς ὕστερον Πραξιδίκας ὀνομασθῆναι. | |
4 | Photius Lex.: Τελμισσεῖς οἰκοῦσιν ἐν Καρίᾳ, ἀπέχοντες ξʹ στάδια Ἁλικαρνασσοῦ, ὡς Πολέμων. Τελμισσὸς δὲ πόλις ἐν Λυκίᾳ ἀπὸ Τελμισ‐ σοῦ τοῦ Ἀπόλλωνος καὶ μιᾶς τῶν Ἀντήνορος θυγατέ‐ | |
5 | ρων, ᾗ ἐμίγη εἰς σκύλακα μεταβαλών· διὸ καὶ τερα‐ σκόπον αὐτὸν ἐποίησεν, ὡς Διονύσιος ἐν Κτίσεσιν. | |
5 | Zenob. V, 74: Πᾶσα γῆ πατρίς: τοῦτο μέρος ἐστὶ χρησμοῦ, ὃν ἀνεῖλεν ὁ θεὸς Μελεῷ τῷ Πελασγῷ περὶ οἰκήσεως μαντευομένῳ. Μέμνηται τοῦ χρησμοῦ καὶ Μνασέας καὶ Διονύσιος ὁ Χαλκιδεύς. | |
6 | Schol. Apoll. Rhod. I, 558: Σουΐδας γὰρ καὶ Ἀριστοτέλης οἱ περὶ Εὐβοίας πεπραγματευμένοι, καὶ ὁ τοὺς Φρυγίους λόγους γράψας, καὶ Δηΐμαχος καὶ Διονύσιος ὁ Χαλκιδεὺς, οὐ τὴν περὶ Ἀχιλλέως διεσπαρ‐ | |
5 | μένην ἀφῆκαν ἡμῖν ἐπὶ χώρας δόξαν. Ἀλλὰ τοὐναντίον | |
οἱ μὲν ἐκ Θέτιδος αὐτὸν νομίζουσι γεγονέναι, τῆς Χεί‐ ρωνος, Δηΐμαχος δὲ ἐκ Φιλομήλης τῆς Ἄκτορος· ἄλλοι δὲ ἄλλως περὶ αὐτοῦ ἀποφαίνονται. | 394 | |
7 | Strabo XII: Ὅτι δ’ ἦν κατοικία Μυσῶν ἡ Βιθυνία, πρῶτον μαρτυρήσει Σκύλαξ ὁ Καρυανδεὺς, φήσας περιοικεῖν τὴν Ἀσκανίαν λίμνην Φρύγας καὶ Μυσούς· ἔπειτα Διονύσιος ὁ τὰς Κτίσεις συγγράψας, | |
5 | ὃς τὰ κατὰ Χαλκηδόνα καὶ βυζάντιον στενὰ, ἃ νῦν Θρᾴκιος Βόσπορος καλεῖται, πρότερόν φησι Μύσιον Βόσπορον προσαγορεύεσθαι. Τοῦτο δ’ ἄν τις καὶ τοῦ Θρᾷκας εἶναι τοὺς Μυσοὺς μαρτύριον θείη. | |
8 | Joann. Lydus De mensib.: Διονύσιος ἐν ταῖς Κτίσεσί φησι τὸν Χαλκιδικὸν Εὔρι‐ πον ἑπτάκις καθ’ ἡμέραν στρεφόμενον, κατὰ μόνας δὲ ἑβδομάδας ἵστασθαι. | |
9 | Plinius H. N. IV, 21: Euboea ante vocitata est Chalcodontis, aut Macris, ut Dionysius et Ephorus tradunt. | |
10 | Schol. Apoll. Rh. I, 1024: Διονύσιος δὲ ὁ Χαλκιδεὺς εἰρῆσθαί φησιν αὐτοὺς Μάκρωνας, ἐπειδὴ Εὐβοέων εἰσὶ Μάκρωνες ἄποικοι. Ἄλλοι δὲ Μά‐ κρωνας αὐτούς φασι λέγεσθαι διὰ τὸ πλείστους εἶναι | |
5 | παρ’ αὐτοῖς μακροκεφάλους, ὥσπερ παρὰ τοῖς Πέρσαις γρυπούς. Μέμνηται δὲ τούτων Ἡρόδοτος ἐκ δευτέρᾳ. | |
11 | Dionys. Hal. A. R. I, 27: Διονύσιος δὲ ὁ Χαλ‐ κιδεὺς οἰκιστὴν μὲν ἀποφαίνει τῆς πόλεως Ῥῶμον. Τοῦτον δὲ λέγει κατὰ μέν τινας Ἀσκανίου, κατὰ δέ τινας Ἠμαθίωνος παῖδα εἶναι. | |
12 | Schol. Apoll. Rhod. II, 279: Διονύσιος δέ φη‐ σιν ὁ Ἀθηναῖος ἐν ταῖς κυήσεσι (leg. Κτίσεσι) τὰς ἐλάφους οὕτω λέγεσθαι, πρόκας. Ὅθεν καὶ Προκόν‐ νησος, ἐπεὶ καὶ ἐν ταύτῃ πληθύουσιν ἔλαφοι. Οἱ δὲ | |
5 | Προχόννησον λέγουσιν εἰρῆσθαι ἀπὸ τῆς προχόου, ἣν ἔχουσα τοῖς Μιλησίοις ἀπήντησεν ἡ παρθένος, ὅτε τὴν ἀποικίαν ἐστέλλοντο. Οἱ δὲ Προχόννησον ἐτυμολογοῦσι, καθὸ πρότερον οὖσα νῆσος προσεχώσθη. Ὑπό τινων δὲ | |
προκοόνησος καὶ Ἐλαφόνησος ἐκλήθη. | 395 | |
13 | Plutarchus De malign. Herod. c. 22: Κορ‐ κυραῖοι Σαμίων μὲν ἐπὶ τούτῳ λόγον οὐ πολὺν ἔχουσι, Κνιδίων δὲ μέμνηνται καὶ Κνιδίοις εἰσὶ τιμαὶ καὶ ἀτέ‐ | |
5 | λειαι καὶ ψηφίσματα παρ’ αὐτοῖς· οὗτοι γὰρ ἐπιπλεύ‐ σαντες ἐξήλασαν ἐκ τοῦ ἱεροῦ τοὺς Περιάνδρου φύλα‐ κας, αὐτοὶ δ’ ἀναλαβόντες τοὺς παῖδας εἰς Κέρκυραν διεκόμισαν, ὡς Ἀντήνωρ ἐν τοῖς Κρητικοῖς ἱστόρηκε, καὶ Διονύσιος ὁ Χαλκιδεὺς ἐν ταῖς Κτίσεσιν. | |
14 | Clemens Alex. Strom. I: Ξάν‐ θος δὲ ὁ Λυδὸς περὶ τὴν ὀκτωκαιδεκάτην Ὀλυμπιάδα, ὡς δὲ Διονύσιος περὶ τὴν πεντεκαιδεκάτην Θάσον ἐκτί‐ | |
σθαι (sc. φησί). | 396 |